Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.29 Joseph. AJ 7.34 (English) >>Joseph. AJ 7.38

7.32καὶ πρῶτον μὲν ἐπιχειρεῖ διαβαλεῖν αὐτὸν πρὸς τὸν βασιλέα φυλάττεσθαι παραινῶν καὶ μὴ προσέχειν οἷς Ἀβεννῆρος συντίθεται· πάντα γὰρ ποιεῖν αὐτὸν ἐπὶ τῷ βεβαιώσασθαι τῷ Σαούλου παιδὶ τὴν ἡγεμονίαν· ἐπὶ δὲ ἀπάτῃ καὶ δόλῳ πρὸς αὐτὸν ἐλθόντα μεθʼ ἧς ἐβούλετο νῦν ἐλπίδος καὶ οἰκονομίας τῶν κατασκευαζομένων ἀπελθεῖν. 7.33ὡς δʼ οὐκ ἔπειθε τὸν Δαυίδην τούτοις οὐδὲ παροξυνόμενον ἑώρα, τρέπεται ταύτης τολμηροτέραν ὁδὸν καὶ κρίνας Ἀβεννῆρον ἀποκτεῖναι πέμπει τοὺς ἐπιδιώξοντας, οἷς καταλαβοῦσι προσέταξεν αὐτὸν καλεῖν ἐκ τοῦ Δαυίδου ὀνόματος, ὡς ἔχοντος αὐτοῦ τινα περὶ τῶν πραγμάτων πρὸς αὐτὸν μὴ διεμνημόνευσε παρόντος εἰπεῖν. 7.34Ἀβεννῆρος δʼ ὡς ἤκουσε τὰ παρὰ τῶν ἀγγέλων, κατέλαβον αὐτὸν ἐν τόπῳ τινὶ Βησηρᾶ καλουμένῳ ἀπέχοντι τῆς Γιβρῶνος σταδίους εἴκοσι, μηδὲν ὑπιδόμενος τῶν συμβησομένων ὑπέστρεψεν. ἀπαντήσας δʼ αὐτῷ πρὸς τῇ πύλῃ Ἰώαβος καὶ δεξιωσάμενος ὡς μάλιστʼ εὔνους καὶ φίλος, ὑποκρίνονται γὰρ ἱκανῶς πολλάκις εἰς τὸ ἀνύποπτον τῆς ἐπιβουλῆς τὰ τῶν ἀληθῶς ἀγαθῶν οἱ πράγμασιν ἐγχειροῦντες ἀτόποις, 7.35ἀποσπᾷ μὲν τῶν οἰκείων αὐτὸν ὡς ἐν ἀπορρήτῳ διαλεξόμενος, παραγαγὼν δὲ εἰς τὸ ἐρημότερον τῆς πύλης μόνος αὐτὸς ὢν σὺν Ἀβεσσαίῳ τῷ ἀδελφῷ σπασάμενος τὴν μάχαιραν ὑπὸ τὴν λαγόνα παίει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.29 Joseph. AJ 7.34 (English) >>Joseph. AJ 7.38

Powered by PhiloLogic